Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.139 Joseph. AJ 1.144 (English) >>Joseph. AJ 1.149

1.142καὶ Νῶχος αἰσθόμενος τοῖς μὲν ἄλλοις παισὶν εὐδαιμονίαν εὔχεται, τῷ δὲ Χαμᾷ διὰ τὴν συγγένειαν αὐτῷ μὲν οὐ κατηράσατο, τοῖς δʼ ἐγγόνοις αὐτοῦ· καὶ τῶν ἄλλων διαπεφευγότων τὴν ἀρὰν τοὺς Χαναναίου παῖδας μέτεισιν θεός. καὶ περὶ μὲν τούτων ἐν τοῖς ἑξῆς ἐροῦμεν. 1.143

Σημᾷ δὲ τῷ τρίτῳ τῶν Νώχου υἱῶν πέντε γίνονται παῖδες, οἳ τὴν μέχρι τοῦ κατʼ Ἰνδίαν ὠκεανοῦ κατοικοῦσιν Ἀσίαν ἀπʼ Εὐφράτου τὴν ἀρχὴν πεποιημένοι. Ἔλυμος μὲν γὰρ Ἐλυμαίους Περσῶν ὄντας ἀρχηγέτας κατέλιπεν· Ἀσσούρας δὲ Νίνον οἰκίζει πόλιν καὶ τοὺς ὑπηκόους Ἀσσυρίους ἐπωνόμασεν, οἳ μάλιστα εὐδαιμόνησαν· 1.144Ἀρφαξάδης δὲ τοὺς νῦν Χαλδαίους καλουμένους Ἀρφαξαδαίους ὠνόμασεν ἄρξας αὐτῶν· Ἀραμαίους δὲ Ἄραμος ἔσχεν, οὓς Ἕλληνες Σύρους προσαγορεύουσιν· οὓς δὲ Λυδοὺς νῦν καλοῦσι, Λούδους δὲ τότε, Λούδας ἔκτισε. 1.145τῶν δὲ Ἀράμου παίδων τεσσάρων ὄντων Οὔσης μὲν κτίζει τὴν Τραχωνῖτιν καὶ Δαμασκόν, μέση δʼ ἐστὶ τῆς Παλαιστίνης καὶ κοίλης Συρίας· Ἀρμενίαν δὲ Ὄτρος, καὶ Γεθέρης Βακτριανούς, Μήσας δὲ Μησαναίους, Σπασίνου Χάραξ ἐν τοῖς νῦν καλεῖται. 1.146Ἀρφαξάδου δὲ παῖς γίνεται Σάλης, τοῦ δὲ Ἕβερος, ἀφʼ οὗ τοὺς Ἰουδαίους Ἑβραίους ἀρχῆθεν ἐκάλουν· Ἕβερος δὲ Ἰούκταν καὶ Φάλεγον ἐγέννησεν· ἐκλήθη δὲ Φάλεγος, ἐπειδὴ κατὰ τὸν ἀποδασμὸν τῶν οἰκήσεων τίκτεται· φαλὲκ γὰρ τὸν μερισμὸν Ἑβραῖοι καλοῦσιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.139 Joseph. AJ 1.144 (English) >>Joseph. AJ 1.149

Powered by PhiloLogic